Gálatas

11. γνωριζω δε υμιν αδελφοι το ευαγγελιον το ευαγγελισθεν υπ εμου οτι ουκ εστιν κατα ανθρωπον

12. ουδε γαρ εγω παρα ανθρωπου παρελαβον αυτο ουτε εδιδαχθην αλλα δι αποκαλυψεως ιησου χριστου

13. ηκουσατε γαρ την εμην αναστροφην ποτε εν τω ιουδαισμω οτι καθ υπερβολην εδιωκον την εκκλησιαν του θεου και επορθουν αυτην

14. και προεκοπτον εν τω ιουδαισμω υπερ πολλους συνηλικιωτας εν τω γενει μου περισσοτερως ζηλωτης υπαρχων των πατρικων μου παραδοσεων

15. οτε δε ευδοκησεν ο θεος ο αφορισας με εκ κοιλιας μητρος μου και καλεσας δια της χαριτος αυτου

16. αποκαλυψαι τον υιον αυτου εν εμοι ινα ευαγγελιζωμαι αυτον εν τοις εθνεσιν ευθεως ου προσανεθεμην σαρκι και αιματι

17. ουδε ανηλθον εις ιεροσολυμα προς τους προ εμου αποστολους αλλ απηλθον εις αραβιαν και παλιν υπεστρεψα εις δαμασκον

18. επειτα μετα ετη τρια ανηλθον εις ιεροσολυμα ιστορησαι πετρον και επεμεινα προς αυτον ημερας δεκαπεντε

19. ετερον δε των αποστολων ουκ ειδον ει μη ιακωβον τον αδελφον του κυριου

20. α δε γραφω υμιν ιδου ενωπιον του θεου οτι ου ψευδομαι

21. επειτα ηλθον εις τα κλιματα της συριας και της κιλικιας

22. ημην δε αγνοουμενος τω προσωπω ταις εκκλησιαις της ιουδαιας ταις εν χριστω

23. μονον δε ακουοντες ησαν οτι ο διωκων ημας ποτε νυν ευαγγελιζεται την πιστιν ην ποτε επορθει

24. και εδοξαζον εν εμοι τον θεον

1. επειτα δια δεκατεσσαρων ετων παλιν ανεβην εις ιεροσολυμα μετα βαρναβα συμπαραλαβων και τιτον

2. ανεβην δε κατα αποκαλυψιν και ανεθεμην αυτοις το ευαγγελιον ο κηρυσσω εν τοις εθνεσιν κατ ιδιαν δε τοις δοκουσιν μηπως εις κενον τρεχω η εδραμον

3. αλλ ουδε τιτος ο συν εμοι ελλην ων ηναγκασθη περιτμηθηναι

4. δια δε τους παρεισακτους ψευδαδελφους οιτινες παρεισηλθον κατασκοπησαι την ελευθεριαν ημων ην εχομεν εν χριστω ιησου ινα ημας καταδουλωσωνται

5. οις ουδε προς ωραν ειξαμεν τη υποταγη ινα η αληθεια του ευαγγελιου διαμεινη προς υμας

6. απο δε των δοκουντων ειναι τι οποιοι ποτε ησαν ουδεν μοι διαφερει προσωπον θεος ανθρωπου ου λαμβανει εμοι γαρ οι δοκουντες ουδεν προσανεθεντο

7. αλλα τουναντιον ιδοντες οτι πεπιστευμαι το ευαγγελιον της ακροβυστιας καθως πετρος της περιτομης

8. ο γαρ ενεργησας πετρω εις αποστολην της περιτομης ενηργησεν και εμοι εις τα εθνη

9. και γνοντες την χαριν την δοθεισαν μοι ιακωβος και κηφας και ιωαννης οι δοκουντες στυλοι ειναι δεξιας εδωκαν εμοι και βαρναβα κοινωνιας ινα ημεις εις τα εθνη αυτοι δε εις την περιτομην

10. μονον των πτωχων ινα μνημονευωμεν ο και εσπουδασα αυτο τουτο ποιησαι

11. οτε δε ηλθεν πετρος εις αντιοχειαν κατα προσωπον αυτω αντεστην οτι κατεγνωσμενος ην

12. προ του γαρ ελθειν τινας απο ιακωβου μετα των εθνων συνησθιεν οτε δε ηλθον υπεστελλεν και αφωριζεν εαυτον φοβουμενος τους εκ περιτομης

13. και συνυπεκριθησαν αυτω και οι λοιποι ιουδαιοι ωστε και βαρναβας συναπηχθη αυτων τη υποκρισει

14. αλλ οτε ειδον οτι ουκ ορθοποδουσιν προς την αληθειαν του ευαγγελιου ειπον τω πετρω εμπροσθεν παντων ει συ ιουδαιος υπαρχων εθνικως ζης και ουκ ιουδαικως τι τα εθνη αναγκαζεις ιουδαιζειν

15. ημεις φυσει ιουδαιοι και ουκ εξ εθνων αμαρτωλοι

16. ειδοτες οτι ου δικαιουται ανθρωπος εξ εργων νομου εαν μη δια πιστεως ιησου χριστου και ημεις εις χριστον ιησουν επιστευσαμεν ινα δικαιωθωμεν εκ πιστεως χριστου και ουκ εξ εργων νομου διοτι ου δικαιωθησεται εξ εργων νομου πασα σαρξ

17. ει δε ζητουντες δικαιωθηναι εν χριστω ευρεθημεν και αυτοι αμαρτωλοι αρα χριστος αμαρτιας διακονος μη γενοιτο

18. ει γαρ α κατελυσα ταυτα παλιν οικοδομω παραβατην εμαυτον συνιστημι

19. εγω γαρ δια νομου νομω απεθανον ινα θεω ζησω

20. χριστω συνεσταυρωμαι ζω δε ουκετι εγω ζη δε εν εμοι χριστος ο δε νυν ζω εν σαρκι εν πιστει ζω τη του υιου του θεου του αγαπησαντος με και παραδοντος εαυτον υπερ εμου

21. ουκ αθετω την χαριν του θεου ει γαρ δια νομου δικαιοσυνη αρα χριστος δωρεαν απεθανεν

Você está lendo Gálatas na edição RECEPTUS, Textus Receptus, em Grego.
Este lívro compôe o Novo Testamento, tem 6 capítulos, e 149 versículos.